Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[124]
ἔτι δὲ μᾶλλον αὐτὰ τὰ περὶ
τὰς τιμὰς παρατεθέντα ἀποδείκνυσι τοῦτο. εἰ γὰρ τὸ τῶν νῦν τινα
παραστῆσαι τῶν ἀρχαίων τινὶ δοκεῖ δεινόν, πόσῳ δεινότερον τὸ
οὕτως ἀφελέσθαι τινὰ ἐκείνων τῆς τιμῆς, ὥστε ἑτέρῳ δοῦναι; καὶ
εἰ τὸ ὄνομα ἐπιγράψαι τινὸς ἄλλῳ τῳ πολὺ ἐλάττονι τηλικαύτην
κατάγνωσιν φέρει, τὸ ἐξαλεῖψαι καὶ ἀνελεῖν τὸ τοῦ κρείττονος,
ἐὰν οὕτω τύχῃ, ποῖόν τι φαίνεσθαι νομίζετε; καὶ μὴν εἴ τις
ὑμᾶς Καυνίοις ἢ Μυνδίοις ὁμοίους εἶναι λέγοι, σφόδρα ὀργιεῖσθε
καὶ βλασφημεῖν αὐτὸν ἡγήσεσθε κατὰ τῆς πόλεως: πῶς ἂν οὖν
ἔθ᾽ ὑμῖν ἀπολογίαν τινὰ φέροι περί τινος τῶν παρ᾽ ὑμῖν τὸ καὶ
παρ᾽ ἐκείνοις αὐτὸ γίγνεσθαι;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.