Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[137]
συνοῦσα. τὰ μὲν δὴ τῶν Ἑλλήνων μετὰ τὸν πόλεμον εἰστοῦτο ἦλθε δυστυχίας καὶ ταπεινότητος, τὰ δὲ τῶν Τρώων πολὺ
κρείττονα καὶ ἐπικυδέστερα ἐγένετο. τοῦτο μὲν γὰρ Αἰνείας ὑπὸ
Ἕκτορος πεμφθεὶς μετὰ στόλου καὶ δυνάμεως πολλῆς Ἰταλίαν
κατέσχε τὴν εὐδαιμονεστάτην χώραν τῆς Εὐρώπης: τοῦτο δὲ Ἕλενος
εἰς μέσην ἀφικόμενος τὴν Ἑλλάδα Μολοττῶν ἐβασίλευσε καὶ τῆς
ἠπείρου πλησίον Θετταλίας. καίτοι πότερον εἰκὸς ἦν τοὺς ἡττηθέντας
ἐπιπλεῖν ἐπὶ τὴν τῶν κρατησάντων χώραν καὶ βασιλεύειν
παρ᾽ αὐτοῖς ἢ τοὐναντίον τοὺς κρατήσαντας ἐπὶ τὴν τῶν ἡττημένων;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.