previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68] ὧν γὰρ οἶμαι τὴν ἐκείνων πόλιν ἑωρᾶτε μὴ δεηθεῖσαν δἰ ἀρετὴν ἅμα καὶ εὐτυχίαν, τούτου τὴν ὑμετέραν ἀπεφήνατε μὴ δεομένην διὰ μόνην τὴν ἀρετὴν. οὐ τοίνυν φήσετε ἔλαττον, ἄνδρες Ῥόδιοι, τὴν χάριν ὀφείλεσθαι τοῖς εὖ πεποιηκόσιν τοῖς συμβαλοῦσι τὸ χρέος. εἶτα τὸ μὲν μὴ ἑκόντας ἐκτίνειν τὰ ὀφειλόμενα δεινὸν ὑμῖν ἔδοξε, τὸ δὲ ἀποδόντας ἀφαιρεῖσθαι μέτριον. οὐ γὰρ δὴ τὸ μετὰ πάντων ἀσχημονεῖν τοῦ μόνους αἴσχιον ὑπειλήφατε. καίτοι τοσαύτης μεταβολῆς καθ᾽ ὃν εἴρηκα καιρὸν γενομένης καὶ περὶ πάντα συγχύσεως, τά γε δοθέντα ὑπῆρχε βεβαίως ἔχειν τοῖς προειληφόσι, καὶ οὐδεὶς ἐτόλμησεν εἰσπράττειν τοὺς ἤδη τι κεκομισμένους. ὑμεῖς δὲ νῦν οὐδὲ ἔφθητε διαλῦσαι τοῖς εὐεργέταις ἐᾶτε, ἀλλ᾽ οἱ μηδὲ τῶν αὐτῶν μηδὲν ὑπομείναντες τότε τοῖς ἄλλοις, καὶ ταῦτα ἐπταικότες, νῦν εὐτυχοῦντες πράττετε μηδὲ ἐκείνων τότε μηδὲ εἷς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: