Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[115]
παρ᾽ ἑαυτοῦ; νὴ Δί᾽, ἀλλ᾽ αἰσχρόν, εἰ τοσαύτην στενοχωρίαν ὁμολογήσομεν,
καὶ Ῥοδίων οὐκ ἄξιον. καὶ τίς οὐκ ἂν εὖ φρονῶν
ἕλοιτο πένης δοκεῖν μᾶλλον ἢ πονηρός; ἢ τὸ νυνὶ γιγνόμενον ἧττονὑμῖν δοκεῖ τινος αἰσχρὸν εἶναι, τὸ τοὺς ἀνδριάντας ὑμῶν δύνασθαί
τινα διηγεῖσθαι, καθάπερ τὰς οἰκίας, ὅτι πρότερον μὲν ἦν αὕτη
τοῦ δεῖνος, νῦν δὲ τοῦ δεῖνος γέγονεν, ἂν δ᾽ οὗτος τελευτήσῃ, πάλιν
ἔσται τοῦ κληρονομήσαντος ἢ τοῦ πριαμένου; καίτοι τὴν εἰκόνα οὐκ
ἔστιν οὐδενὶ δικαίῳ μεταθεῖναι, καθάπερ τὴν οἰκίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.