Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[161]
καὶ
ταῦτα μὲν ἴσως πλείω τῶν εἰκότων ἐπῆλθέ μοι μνησθέντι τῆς
ὅλης καταστάσεως. ἐκεῖνο δ᾽ ὑμῖν ἐβουλόμην ποιῆσαι φανερόν, ὅτι
μόνοι καταλείπεσθε τῶν Ἑλλήνων, οἷς ἂν καὶ παραινέσαι τις καὶ
περὶ ὧν ἔστιν ἔτι λυπηθῆναι δοκούντων ἁμαρτάνειν.
εἰκότως ἂν οὖν πρόσχοιτε αὑτοῖς καὶ πάντα τὰ τοιαῦτα ἐξετάζοιτε
ἀκριβέστερον τῶν προγόνων. ἐκείνοις μὲν γὰρ ἐν πολλοῖς
ὑπῆρχεν ἑτέροις ἡ τῆς ἀρετῆς ἐπίδειξις, ἐν τῷ προεστάναι τῶν ἄλλων,
ἐν τῷ βοηθεῖν τοῖς ἀδικουμένοις, ἐν τῷ συμμάχους κτᾶσθαι, πόλεις
οἰκίζειν, νικᾶν πολεμοῦντας:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.