previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60] οὐχ οὕτω φημὶ τοῦτ᾽ εἶναι τὸ τέρας δεινὸν οὐδ᾽ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδ᾽ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπ᾽ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε: κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴουμιαρὰν καὶ ἀνδρόγυνον μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος, καὶ ταῦτα μεθ᾽ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: