This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Μέμνων ὑπὸ
τοῦ Ἀντιλόχου, καὶ ἀποκομιζόμενος τραυματίας τελευτᾷ κατὰ τὴν
ὁδόν. συνέβη δὲ καὶ τοῖς Ἀχαιοῖς εὐημερῆσαι τότε ὡς οὐ πρότερον.
ὅ τε γὰρ Μέμνων μέγα ἀξίωμα ἔχων ἐτρώθη καιρίως, τήν
τε Ἀμαζόνα ἀπέκτεινε Νεοπτόλεμος καταδραμοῦσαν ἐπὶ τὰς ναῦς
ἰταμώτερον καὶ πειρωμένην ἐμπρῆσαι, μαχόμενος ἐκ τῆς νεὼς ναυμάχῳ
δόρατι, καὶ Ἀλέξανδρος ἀποθνῄσκει Φιλοκτήτῃ διατοξευόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.