Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παντὸς ἀρχομένῳ σπουδαίου καὶ λόγου καὶ ἔργου ἀπὸ τῶν θεῶν ὑπολαμβάνω προσήκειν πρῶτον ἄρχεσθαι. εὔχομαι δὴ τοῖς θεοῖς πᾶσι καὶ πάσαις, ὅ τι τῷ δήμῳ τῷ Ἀθηναίων ἄριστόν ἐστι καὶ τοῖς εὐνοοῦσι τῷ δήμῳ καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον, τοῦτ᾽ ἐμοὶ μὲν ἐπὶ νοῦν ἐλθεῖν γράψαι, τοῖς δ᾽ ἐκκλησιάσασιν Ἀθηναίων ἑλέσθαι. εὐξάμενος δὲ ταῦτα, τῆς ἀγαθῆς ἐπινοίας ἐλπίδ᾽ ἔχων παρὰ τῶν θεῶν, τάδ᾽ ἐπιστέλλω.