Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδ᾽ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδ᾽ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν. καίτοι πάντα ταῦθ᾽ ἑώρων ὑπάρχοντα τοῖς καθ᾽ ὑμῶν βουλομένοις πολιτεύεσθαι.