Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δ᾽ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν (οὐ γὰρ εὖ οἶδά γε: ἃ γὰρ ἐφ᾽ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν), ἀλλ᾽ ὅτι καὶ τὴν πατρίδ᾽ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρ᾽ ὑμῶν εὔχομαι τυχεῖν.