Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἐπ᾽ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μ᾽ εὑρήσετε, οὐδ᾽ ἐπιτήδειον ἄτιμον εἶναι οὐδ᾽ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθ᾽ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθ᾽ ὑπάρχοντά μοι κατ᾽ ἐμαυτὸν σύμβολ᾽ εὐνοίας πρὸς ὑμᾶς.