Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν (ἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτ᾽ ἐγίγνετο), οὐδ᾽ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα (πολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον), ἀλλ᾽ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν.