This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἦλθεν ἐπιστολὴ παρ᾽ Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δ᾽ ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρ᾽ Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί.