This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
καὶ ταῦτ᾽ οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην. ἃ γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτ᾽ ἄν, οἶμαι δὲ κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτ᾽ ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστ᾽ ἐμοί τε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι. εὐτυχεῖτε.