Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρ᾽ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθ᾽ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδέν᾽ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν.