This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
εἰ δ᾽ ἡμῶν καταπεφρόνηκας ὅτι τῶν πρώτων οὐκ ἐσμέν πω, λόγισαι ὅτι καὶ σύ ποτ᾽ ἦσθα νέος καὶ τὴν ἡλικίαν εἶχες ἣν ἡμεῖς νῦν, ἐκ δὲ τοῦ συμβουλεύειν καὶ πράττειν γεγένησαι τηλικοῦτος. κἂν ἡμῖν τοῦτο συμβαίη. τὸ μὲν γὰρ εὖ βουλεύεσθαι πάρεστιν, τῆς δὲ τύχης συλλαμβανούσης καὶ τοὔργον γένοιτ᾽ ἄν. καλὸς οὖν ἔρανος χάρις δικαία: ἣν καὶ σὺ ποίησαι πρὸς ἐμέ.