Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφ᾽ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δ᾽ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν. οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε: τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ᾽ ὅτι συμφορὰ φανείη, κακία δ᾽ οὐδεμία, ὑμετέρα δ᾽ ἀγνωμοσύνη: ἣν τῷ μεταγνῶναι λύσαιτε.