Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἐπειδὴ δὲ καλῶς ποιοῦσ᾽ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.