Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
τραφείς γ᾽ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκ᾽ ηὐτύχησεν μάλιστα, τότ᾽ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας: οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρ᾽ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαι᾽ ἂν εἶναι πρὸς ἅπαντας ταὔτ᾽ οὔτε κάλ᾽ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτ᾽ ἐπέκρινεν.