Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων [ἔργον] φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδέν᾽ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρ᾽ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντί᾽ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει;