Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[22]
εἰκότως δ᾽ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι: καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτ᾽ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλ᾽ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε: παρ᾽ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.