Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθ᾽ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθ᾽ ηὕρετ᾽ ἀληθῆ, οὕτω δ᾽ ἐπιστεύετ᾽ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθ᾽ ὑμῖν ἐξήρκει: οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν.