Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. περὶ μὲν τῆς ἐμῆς οἴκαδ᾽ ἀφίξεως ἀεὶ νομίζω πᾶσιν ὑμῖν ἔσεσθαι βουλεύσασθαι, διόπερ νῦν οὐδὲν περὶ αὐτῆς γέγραφα: τὸν δὲ παρόντα καιρὸν ὁρῶν ἑλομένων μὲν ὑμῶν τὰ δέοντα ἅμα δόξαν καὶ σωτηρίαν καὶ ἐλευθερίαν δυνάμενον κτήσασθαι οὐ μόνον ὑμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν, ἀγνοησάντων δ᾽ ἢ παρακρουσθέντων οὐ ῥᾴδιον αὖθις τὸν αὐτὸν ἀναλαβεῖν, ᾠήθην χρῆναι τὴν ἐμαυτοῦ γνώμην ὡς ἔχω περὶ τούτων εἰς μέσον θεῖναι.