Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἐπεὶ ὅτι γ᾽ ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλ᾽ ἂν ἴδοιτε σημεῖα. εἴς τε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλ᾽ εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθ᾽ ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρ᾽ ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην (ἔστι δ᾽ ἡ Τροζηνίων αὕτη,