Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντ᾽ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δ᾽ ἀπολωλέναι: οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτ᾽ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι δι᾽ ὑμᾶς, ὁμολογῶ: πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτον᾽ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτ᾽ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;