This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν: ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι᾽ ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε: οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι.