Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἐνόμιζον μὲν ἀφ᾽ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτρι᾽ ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι. ἐπειδὴ δ᾽ οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδ᾽ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην: τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν.