This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, ἤ τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ. ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναι (καίτοι τί τηλικοῦθ᾽ ἕτερον;), ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται,