Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
μὴ τοίνυν τὸ κτήσασθαί τιν᾽ ἔξωθεν φιλίαν λυσιτελέστερον δείκνυτ᾽ ἢ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μηδὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον ἢ τοῖς πολλοῖς ὑμῖν τὰ συμφέροντα πολιτευόμενον γιγνώσκεσθαι. τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντ᾽ ἀδύνατον: ἐὰν δ᾽ ἐπ᾽ εὐνοίᾳ ταὐτὰ τῷ δήμῳ τις φρονῇ, δίκαιός ἐστιν σῴζεσθαι. εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον ἢ τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιοῦντά τι γνωσθῆναι.