Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐχ ὡς ἀπορούντων δ᾽ ὑμῶν ῥητόρων, οὐδὲ τῶν ἄνευ λογισμοῦ ῥᾳδίως ὅ τι ἂν τύχωσιν ἐρούντων, ἔδοξέ μοι τὴν ἐπιστολὴν πέμπειν: ἀλλ᾽ ὅσα τυγχάνω δι᾽ ἐμπειρίαν καὶ τὸ παρηκολουθηκέναι τοῖς πράγμασιν εἰδώς, ταῦτ᾽ ἐβουλήθην τοῖς μὲν προαιρουμένοις λέγειν ἐμφανῆ ποιήσας ἀφθόνους ἀφορμὰς ὧν ὑπολαμβάνω συμφέρειν ὑμῖν δοῦναι, τοῖς δὲ πολλοῖς ῥᾳδίαν τὴν τῶν βελτίστων αἵρεσιν καταστῆσαι. ὧν μὲν οὖν ἕνεκ᾽ ἐπῆλθέ μοι τὴν ἐπιστολὴν γράφειν, ταῦτ᾽ ἐστίν.