Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[21]
πῶς οὖν οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιῶν ὄντων τῶν χρόνων καθ᾽ οὓς ἐγένοντο χρήσιμοι, καὶ δι᾽ ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ἑοράκαθ᾽ ὑπειληφότας, ὅμως τὴν δικαίαν εὔνοιαν διασῴζειν, Λυκούργῳ δ᾽ οὕτως ὑπογύου καὶ τῆς πολιτείας καὶ τῆς τελευτῆς γεγονυίας, μηδ᾽ εἰς ἃ καὶ τοῖς ἀγνῶσιν καὶ ὑφ᾽ ὧν ἀδικοῖσθ᾽ ἕτοιμοι τὸν ἄλλον ἦτε χρόνον,