Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[32]
ὧν ἑτέρους εὐνουστέρους οὐδ᾽ αὐτοὶ νομίζετε: εἰ δ᾽ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δ᾽ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθ᾽ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλ᾽ ὅταν γε τοιαῦθ᾽ οἷα τὰ νῦν, παραδείγματ᾽ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι;