previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1052β] [1]δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται, καὶ τί ἐστι τὸ ἑνὶ εἶναι καὶ τίς αὐτοῦ λόγος. λέγεται μὲν γὰρ τὸ ἓν τοσαυταχῶς, καὶ ἕκαστον ἔσται ἓν τούτων, [5] ἂν ὑπάρχῃ τις τούτων τῶν τρόπων: τὸ δὲ ἑνὶ εἶναι ὁτὲ μὲν τούτων τινὶ ἔσται, ὁτὲ δὲ ἄλλῳ καὶ μᾶλλον ἐγγὺς τῷ ὀνόματί ἐστι, τῇ δυνάμει δ᾽ ἐκεῖνα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τοῦ ὀνόματος ὅρον ἀποδιδόντα. ἔστι μὲν γὰρ ὡς [10] στοιχεῖον τὸ πῦρἔστι δ᾽ ἴσως καθ᾽ αὑτὸ καὶ τὸ ἄπειρον τι ἄλλο τοιοῦτον), ἔστι δ᾽ ὡς οὔ: οὐ γὰρ τὸ αὐτὸ πυρὶ καὶ στοιχείῳ εἶναι, ἀλλ᾽ ὡς μὲν πρᾶγμά τι καὶ φύσις τὸ πῦρ στοιχεῖον, τὸ δὲ ὄνομα σημαίνει τὸ τοδὶ συμβεβηκέναι αὐτῷ, ὅτι ἐστί τι ἐκ τούτου ὡς πρώτου ἐνυπάρχοντος. οὕτω [15] καὶ ἐπὶ αἰτίου καὶ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων, διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, ὅπερ τόδε ὄντι καὶ ἰδίᾳ χωριστῷ τόπῳ εἴδει διανοίᾳ, καὶ τὸ ὅλῳ καὶ ἀδιαιρέτῳ, μάλιστα δὲ τὸ μέτρῳ εἶναι πρώτῳ ἑκάστου γένους καὶ κυριώτατα τοῦ ποσοῦ: ἐντεῦθεν γὰρ ἐπὶ τὰ ἄλλα ἐλήλυθεν. [20] μέτρον γάρ ἐστιν τὸ ποσὸν γιγνώσκεται: γιγνώσκεται δὲ ἑνὶ ἀριθμῷ τὸ ποσὸν ποσόν, δὲ ἀριθμὸς ἅπας ἑνί, ὥστε πᾶν τὸ ποσὸν γιγνώσκεται ποσὸν τῷ ἑνί, καὶ πρώτῳ ποσὰ γιγνώσκεται, τοῦτο αὐτὸ ἕν: διὸ τὸ ἓν ἀριθμοῦ ἀρχὴ ἀριθμός. ἐντεῦθεν δὲ καὶ ἐν τοῖς ἄλλοις [25] λέγεται μέτρον τε ἕκαστον πρώτῳ γιγνώσκεται, καὶ τὸ μέτρον ἑκάστου ἕν, ἐν μήκει, ἐν πλάτει, ἐν βάθει, ἐν βάρει, ἐν τάχειτὸ γὰρ βάρος καὶ τάχος κοινὸν ἐν τοῖς ἐναντίοις: διττὸν γὰρ ἑκάτερον αὐτῶν, οἷον βάρος τό τε ὁποσηνοῦν ἔχον ῥοπὴν καὶ τὸ ἔχον ὑπεροχὴν ῥοπῆς, καὶ τάχος τό τε ὁποσηνοῦν [30] κίνησιν ἔχον καὶ τὸ ὑπεροχὴν κινήσεως: ἔστι γάρ τι τάχος καὶ τοῦ βραδέος καὶ βάρος τοῦ κουφοτέρου). ἐν πᾶσι δὴ τούτοις μέτρον καὶ ἀρχὴ ἕν τι καὶ ἀδιαίρετον, ἐπεὶ καὶ ἐν ταῖς γραμμαῖς χρῶνται ὡς ἀτόμῳ τῇ ποδιαίᾳ. πανταχοῦ γὰρ τὸ μέτρον ἕν τι ζητοῦσι καὶ ἀδιαίρετον: τοῦτο δὲ [35] τὸ ἁπλοῦν τῷ ποιῷ τῷ ποσῷ. ὅπου μὲν οὖν δοκεῖ μὴ εἶναι ἀφελεῖν προσθεῖναι, τοῦτο ἀκριβὲς τὸ μέτρονδιὸ τὸ τοῦ ἀριθμοῦ ἀκριβέστατον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: