Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[1069α]
[1]
ἐχόμενον δὲ ὃ ἂν ἑξῆς ὂν ἅπτηται. ἐπεὶ δὲ πᾶσα μεταβολὴ ἐν τοῖς ἀντικειμένοις, ταῦτα δὲ τὰ ἐναντία καὶ ἀντίφασις, ἀντιφάσεως δ᾽ οὐδὲν ἀνὰ μέσον, δῆλον ὡς ἐν τοῖς ἐναντίοις τὸ
[5]
μεταξύ. τὸ δὲ συνεχὲς ὅπερ ἐχόμενόν τι. λέγω δὲ συνεχὲς ὅταν ταὐτὸ γένηται καὶ ἓν τὸ ἑκατέρου πέρας οἷς ἅπτονται καὶ συνέχονται, ὥστε δῆλον ὅτι τὸ συνεχὲς ἐν τούτοις ἐξ ὧν ἕν τι πέφυκε γίγνεσθαι κατὰ τὴν σύναψιν. καὶ ὅτι πρῶτον τὸ ἐφεξῆς, δῆλον (τὸ γὰρ ἐφεξῆς οὐχ ἅπτεται,
[10]
τοῦτο δ᾽ ἐφεξῆς: καὶ εἰ συνεχές, ἅπτεται, εἰ δ᾽ ἅπτεται, οὔπω συνεχές: ἐν οἷς δὲ μὴ ἔστιν ἁφή, οὐκ ἔστι σύμφυσις ἐν τούτοις): ὥστ᾽ οὐκ ἔστι στιγμὴ μονάδι ταὐτόν: ταῖς μὲν γὰρ ὑπάρχει τὸ ἅπτεσθαι, ταῖς δ᾽ οὔ, ἀλλὰ τὸ ἐφεξῆς: καὶ τῶν μὲν μεταξύ τι τῶν δ᾽ οὔ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.