previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1002β] [1] ἅμα ὁτὲ μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίγνονται: ὥστ᾽ οὔτε συγκειμένων ἔστιν ἀλλ᾽ ἔφθαρται, διῃρημένων τε εἰσὶν αἱ πρότερον οὐκ οὖσαιοὐ γὰρ δὴ γ᾽ ἀδιαίρετος στιγμὴ διῃρέθη εἰς δύο), εἴ τε γίγνονται καὶ [5] φθείρονται, ἐκ τίνος γίγνονται; παραπλησίως δ᾽ ἔχει καὶ περὶ τὸ νῦν τὸ ἐν τῷ χρόνῳ: οὐδὲ γὰρ τοῦτο ἐνδέχεται γίγνεσθαι καὶ φθείρεσθαι, ἀλλ᾽ ὅμως ἕτερον ἀεὶ δοκεῖ εἶναι, οὐκ οὐσία τις οὖσα. ὁμοίως δὲ δῆλον ὅτι ἔχει καὶ περὶ τὰς στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα: γὰρ [10] αὐτὸς λόγος: ἅπαντα γὰρ ὁμοίως πέρατα διαιρέσεις εἰσίν.

ὅλως δ᾽ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλ᾽ ἄττα παρά τε τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον τίθεμεν εἴδη. εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ [15] τῶν δεῦρο ἄλλῳ μέν τινι διαφέρει, τῷ δὲ πόλλ᾽ ἄττα ὁμοειδῆ εἶναι οὐθὲν διαφέρει, ὥστ᾽ οὐκ ἔσονται αὐτῶν αἱ ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναιὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων ἀριθμῷ μὲν πάντων οὐκ εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δέ, ἐὰν μὴ λαμβάνῃ τις τησδὶ τῆς συλλαβῆς [20] τησδὶ τῆς φωνῆς: τούτων δ᾽ ἔσονται καὶ ἀριθμῷ ὡρισμέναιὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταξύ: ἄπειρα γὰρ κἀκεῖ τὰ ὁμοειδῆ), ὥστ᾽ εἰ μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἕτερ᾽ ἄττα οἷα λέγουσι τὰ εἴδη τινές, οὐκ ἔσται μία ἀριθμῷ ἀλλ᾽ εἴδει οὐσία, οὐδ᾽ αἱ ἀρχαὶ τῶν [25] ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει:

εἰ οὖν τοῦτο ἀναγκαῖον, καὶ τὰ εἴδη ἀναγκαῖον διὰ τοῦτο εἶναι τιθέναι. καὶ γὰρ εἰ μὴ καλῶς διαρθροῦσιν οἱ λέγοντες, ἀλλ᾽ ἔστι γε τοῦθ᾽ βούλονται, καὶ ἀνάγκη ταῦτα λέγειν αὐτοῖς, ὅτι τῶν εἰδῶν οὐσία τις ἕκαστόν ἐστι καὶ οὐθὲν κατὰ συμβεβηκός. [30]

ἀλλὰ μὴν εἴ γε θήσομεν τά τε εἴδη εἶναι καὶ ἓν ἀριθμῷ τὰς ἀρχὰς ἀλλὰ μὴ εἴδει, εἰρήκαμεν συμβαίνειν ἀναγκαῖον ἀδύνατα.

σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι πότερον δυνάμει ἔστι τὰ στοιχεῖα τιν᾽ ἕτερον τρόπον. εἰ μὲν γὰρ ἄλλως πως, πρότερόν τι ἔσται τῶν ἀρχῶν ἄλλοπρότερον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 463-512
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 317
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: