previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1071β] [1] τίνες μὲν οὖν αἱ ἀρχαὶ τῶν αἰσθητῶν καὶ πόσαι, καὶ πῶς αἱ αὐταὶ καὶ πῶς ἕτεραι, εἴρηται.

ἐπεὶ δ᾽ ἦσαν τρεῖς οὐσίαι, δύο μὲν αἱ φυσικαὶ μία δ᾽ ἀκίνητος, περὶ ταύτης λεκτέον ὅτι ἀνάγκη εἶναι ἀΐδιόν [5] τινα οὐσίαν ἀκίνητον. αἵ τε γὰρ οὐσίαι πρῶται τῶν ὄντων, καὶ εἰ πᾶσαι φθαρταί, πάντα φθαρτά: ἀλλ᾽ ἀδύνατον κίνησιν γενέσθαι φθαρῆναιἀεὶ γὰρ ἦν), οὐδὲ χρόνον. οὐ γὰρ οἷόν τε τὸ πρότερον καὶ ὕστερον εἶναι μὴ ὄντος χρόνου: καὶ κίνησις ἄρα οὕτω συνεχὴς ὥσπερ καὶ χρόνος: [10] γὰρ τὸ αὐτὸ κινήσεώς τι πάθος. κίνησις δ᾽ οὐκ ἔστι συνεχὴς ἀλλ᾽ κατὰ τόπον, καὶ ταύτης κύκλῳ. ἀλλὰ μὴν εἰ ἔστι κινητικὸν ποιητικόν, μὴ ἐνεργοῦν δέ τι, οὐκ ἔσται κίνησις: ἐνδέχεται γὰρ τὸ δύναμιν ἔχον μὴ ἐνεργεῖν. οὐθὲν ἄρα ὄφελος οὐδ᾽ ἐὰν οὐσίας ποιήσωμεν ἀϊδίους, [15] ὥσπερ οἱ τὰ εἴδη, εἰ μή τις δυναμένη ἐνέσται ἀρχὴ μεταβάλλειν: οὐ τοίνυν οὐδ᾽ αὕτη ἱκανή, οὐδ᾽ ἄλλη οὐσία παρὰ τὰ εἴδη: εἰ γὰρ μὴ ἐνεργήσει, οὐκ ἔσται κίνησις. ἔτι οὐδ᾽ εἰ ἐνεργήσει, δ᾽ οὐσία αὐτῆς δύναμις: οὐ γὰρ ἔσται κίνησις ἀΐδιος: ἐνδέχεται γὰρ τὸ δυνάμει ὂν μὴ εἶναι. δεῖ [20] ἄρα εἶναι ἀρχὴν τοιαύτην ἧς οὐσία ἐνέργεια. ἔτι τοίνυν ταύτας δεῖ τὰς οὐσίας εἶναι ἄνευ ὕλης: ἀϊδίους γὰρ δεῖ, εἴπερ γε καὶ ἄλλο τι ἀΐδιον. ἐνέργεια ἄρα. καίτοι ἀπορία: δοκεῖ γὰρ τὸ μὲν ἐνεργοῦν πᾶν δύνασθαι τὸ δὲ δυνάμενον οὐ πᾶν ἐνεργεῖν, ὥστε πρότερον εἶναι τὴν δύναμιν. [25] ἀλλὰ μὴν εἰ τοῦτο, οὐθὲν ἔσται τῶν ὄντων: ἐνδέχεται γὰρ δύνασθαι μὲν εἶναι μήπω δ᾽ εἶναι. καίτοι εἰ ὡς λέγουσιν οἱ θεολόγοι οἱ ἐκ νυκτὸς γεννῶντες, ὡς οἱ φυσικοὶ ὁμοῦ πάντα χρήματά φασι, τὸ αὐτὸ ἀδύνατον. πῶς γὰρ κινηθήσεται, εἰ μὴ ἔσται ἐνεργείᾳ τι αἴτιον; οὐ γὰρ γε [30] ὕλη κινήσει αὐτὴ ἑαυτήν, ἀλλὰ τεκτονική, οὐδὲ τὰ ἐπιμήνια οὐδ᾽ γῆ, ἀλλὰ τὰ σπέρματα καὶ γονή. διὸ ἔνιοι ποιοῦσιν ἀεὶ ἐνέργειαν, οἷον Λεύκιππος καὶ Πλάτων: ἀεὶ γὰρ εἶναί φασι κίνησιν. ἀλλὰ διὰ τί καὶ τίνα οὐ λέγουσιν, οὐδ᾽, εἰ ὡδὶ ὡδί, τὴν αἰτίαν. οὐδὲν γὰρ ὡς [35] ἔτυχε κινεῖται, ἀλλὰ δεῖ τι ἀεὶ ὑπάρχειν, ἕσπερ νῦν φύσει μὲν ὡδί, βίᾳ δὲ ὑπὸ νοῦ ἄλλου ὡδί. (εἶτα ποία πρώτη; διαφέρει γὰρ ἀμήχανον ὅσον). ἀλλὰ μὴν οὐδὲ Πλάτωνί γε οἷόν τε λέγειν ἣν οἴεται ἐνίοτε ἀρχὴν εἶναι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: