previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1084β] [1] οἷον πρώτη γραμμή, ἄτομος, εἶτα δυάς, εἶτα καὶ ταῦτα μέχρι δεκάδος.

ἔτι εἰ ἔστι χωριστὸς ἀριθμός, ἀπορήσειεν ἄν τις πότερον πρότερον τὸ ἓν τριὰς καὶ δυάς. μὲν δὴ σύνθετος ἀριθμός, τὸ ἕν, [5] δὲ τὸ καθόλου πρότερον καὶ τὸ εἶδος, ἀριθμός: ἑκάστη γὰρ τῶν μονάδων μόριον τοῦ ἀριθμοῦ ὡς ὕλη, δ᾽ ὡς εἶδος. καὶ ἔστι μὲν ὡς ὀρθὴ προτέρα τῆς ὀξείας, ὅτι ὥρισται καὶ τῷ λόγῳ: ἔστι δ᾽ ὡς ὀξεῖα, ὅτι μέρος καὶ εἰς ταύτην διαιρεῖται. ὡς μὲν δὴ ὕλη ὀξεῖα καὶ τὸ στοιχεῖον καὶ [10] μονὰς πρότερον, ὡς δὲ κατὰ τὸ εἶδος καὶ τὴν οὐσίαν τὴν κατὰ τὸν λόγον ὀρθὴ καὶ τὸ ὅλον τὸ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους: ἐγγύτερον γὰρ τοῦ εἴδους καὶ οὗ λόγος τὸ ἄμφω, γενέσει δ᾽ ὕστερον. πῶς οὖν ἀρχὴ τὸ ἕν; ὅτι οὐ διαιρετόν, φασίν: ἀλλ᾽ ἀδιαίρετον καὶ τὸ καθόλου καὶ τὸ ἐπὶ μέρους [15] καὶ τὸ στοιχεῖον. ἀλλὰ τρόπον ἄλλον, τὸ μὲν κατὰ λόγον τὸ δὲ κατὰ χρόνον. ποτέρως οὖν τὸ ἓν ἀρχή; ὥσπερ γὰρ εἴρηται, καὶ ὀρθὴ τῆς ὀξείας καὶ αὕτη ἐκείνης δοκεῖ προτέρα εἶναι, καὶ ἑκατέρα μία. ἀμφοτέρως δὴ ποιοῦσι τὸ ἓν ἀρχήν. ἔστι δὲ ἀδύνατον: τὸ μὲν γὰρ ὡς εἶδος καὶ οὐσία [20] τὸ δ᾽ ὡς μέρος καὶ ὡς ὕλη. ἔστι γάρ πως ἓν ἑκάτεροντῇ μὲν ἀληθείᾳ δυνάμειεἴ γε ἀριθμὸς ἕν τι καὶ μὴ ὡς σωρὸς ἀλλ᾽ ἕτερος ἐξ ἑτέρων μονάδων, ὥσπερ φασίν), ἐντελεχείᾳ δ᾽ οὔ, ἔστι μονὰς ἑκατέρα: αἴτιον δὲ τῆς συμβαινούσης ἁμαρτίας ὅτι ἅμα ἐκ τῶν μαθημάτων ἐθήρευον [25] καὶ ἐκ τῶν λόγων τῶν καθόλου, ὥστ᾽ ἐξ ἐκείνων μὲν ὡς στιγμὴν τὸ ἓν καὶ τὴν ἀρχὴν ἔθηκαν γὰρ μονὰς στιγμὴ ἄθετός ἐστιν: καθάπερ οὖν καὶ ἕτεροί τινες ἐκ τοῦ ἐλαχίστου τὰ ὄντα συνετίθεσαν, καὶ οὗτοι, ὥστε γίγνεται μονὰς ὕλη τῶν ἀριθμῶν, καὶ ἅμα προτέρα τῆς δυάδος, πάλιν δ᾽ ὑστέρα [30] ὡς ὅλου τινὸς καὶ ἑνὸς καὶ εἴδους τῆς δυάδος οὔσης): διὰ δὲ τὸ καθόλου ζητεῖν τὸ κατηγορούμενον ἓν καὶ οὕτως ὡς μέρος ἔλεγον. ταῦτα δ᾽ ἅμα τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν. εἰ δὲ τὸ ἓν αὐτὸ δεῖμόνον ἄθετονεἶναιοὐθενὶ γὰρ διαφέρει [34] ὅτι ἀρχή), καὶ μὲν δυὰς διαιρετὴ δὲ μονὰς οὔ, ὁμοιοτέρα [35] ἂν εἴη τῷ ἑνὶ αὐτῷ μονάς. εἰ δ᾽ μονάς, κἀκεῖνο τῇ μονάδι τῇ δυάδι: ὥστε προτέρα ἂν εἴη ἑκατέρα μονὰς τῆς δυάδος. οὔ φασι δέ: γεννῶσι γοῦν τὴν δυάδα πρῶτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: