previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1013β] [1] οἷον τῆς ὑγιείας ἰσχνασία κάθαρσις τὰ φάρμακα τὰ ὄργανα: πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστι, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ὄργανα τὰ δ᾽ ἔργα. τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς [5] λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι οὐ κατὰ συμβεβηκόςοἷον τοῦ ἀνδριάντος καὶ ἀνδριαντοποιητικὴ καὶ χαλκὸς οὐ καθ᾽ ἕτερόν τι ἀλλ᾽ ἀνδριάς: ἀλλ᾽ οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δ᾽ ὡς ὅθεν κίνησις), καὶ ἀλλήλων αἴτιαοἷον τὸ πονεῖν [10] τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν: ἀλλ᾽ οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δ᾽ ὡς ἀρχὴ κινήσεως). ἔτι δὲ ταὐτὸ τῶν ἐναντίων ἐστίν: γὰρ παρὸν αἴτιον τουδί, τοῦτ᾽ ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς ἀνατροπῆς, οὗ ἦν παρουσία αἰτία τῆς [15] σωτηρίας: ἄμφω δέ, καὶ παρουσία καὶ στέρησις, αἴτια ὡς κινοῦντα.

ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους. τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ γῆ καὶ τὰ τοιαῦτα πάντα τῶν σωμάτων καὶ τὰ [20] μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ [21] ἐξ οὗ αἴτιά ἐστιν: τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ σύνθεσις καὶ τὸ εἶδος. τὸ δὲ σπέρμα καὶ ἰατρὸς καὶ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἀρχὴ τῆς μεταβολῆς [25] στάσεως. τὰ δ᾽ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων: τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι: διαφερέτω δὲ μηδὲν αὐτὸ εἰπεῖν ἀγαθὸν φαινόμενον ἀγαθόν.

τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει, τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν [30] εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους. λέγονται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα ὁτιοῦν τῶν καθ᾽ ἕκαστα. ἔτι δ᾽ ὡς τὸ συμβεβηκὸς [35] καὶ τὰ τούτων γένη, οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός, ὅτι συμβέβηκε τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ εἶναι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: