previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1041β] [1] οἷον ἄνθρωπος τί ἐστι ζητεῖται διὰ τὸ ἁπλῶς λέγεσθαι ἀλλὰ μὴ διορίζειν ὅτι τάδε τόδε. ἀλλὰ δεῖ διαρθρώσαντας ζητεῖν: εἰ δὲ μή, κοινὸν τοῦ μηθὲν ζητεῖν καὶ τοῦ ζητεῖν τι γίγνεται. ἐπεὶ δὲ δεῖ ἔχειν τε καὶ ὑπάρχειν τὸ [5] εἶναι, δῆλον δὴ ὅτι τὴν ὕλην ζητεῖ διὰ τί τί ἐστιν: οἷον οἰκία ταδὶ διὰ τί; ὅτι ὑπάρχει ἦν οἰκίᾳ εἶναι. καὶ ἄνθρωπος τοδί, τὸ σῶμα τοῦτο τοδὶ ἔχον. ὥστε τὸ αἴτιον ζητεῖται τῆς ὕληςτοῦτο δ᾽ ἐστὶ τὸ εἶδος τί ἐστιν: τοῦτο δ᾽ οὐσία. φανερὸν τοίνυν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήτησις [10] οὐδὲ δίδαξις, ἀλλ᾽ ἕτερος τρόπος τῆς ζητήσεως τῶν τοιούτων.

ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, ἂν μὴ ὡς σωρὸς ἀλλ᾽ ὡς συλλαβή δὲ συλλαβὴ οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τῷ βα ταὐτὸ τὸ β καὶ α, οὐδ᾽ σὰρξ πῦρ καὶ γῆδιαλυθέντων γὰρ τὰ μὲν οὐκέτι ἔστιν, [15] οἷον σὰρξ καὶ συλλαβή, τὰ δὲ στοιχεῖα ἔστι, καὶ τὸ πῦρ καὶ γῆ): ἔστιν ἄρα τι συλλαβή, οὐ μόνον τὰ στοιχεῖα τὸ φωνῆεν καὶ ἄφωνον ἀλλὰ καὶ ἕτερόν τι, καὶ σὰρξ οὐ μόνον πῦρ καὶ γῆ τὸ θερμὸν καὶ ψυχρὸν ἀλλὰ καὶ ἕτερόν τιεἰ τοίνυν ἀνάγκη κἀκεῖνο στοιχεῖον [20] ἐκ στοιχείων εἶναι, εἰ μὲν στοιχεῖον, πάλιν αὐτὸς ἔσται λόγοςἐκ τούτου γὰρ καὶ πυρὸς καὶ γῆς ἔσται σὰρξ καὶ ἔτι ἄλλου, ὥστ᾽ εἰς ἄπειρον βαδιεῖται): εἰ δὲ ἐκ στοιχείου, δῆλον ὅτι οὐχ ἑνὸς ἀλλὰ πλειόνων, ἐκεῖνο αὐτὸ ἔσται, ὥστε πάλιν ἐπὶ τούτου τὸν αὐτὸν ἐροῦμεν λόγον καὶ ἐπὶ τῆς [25] σαρκὸς συλλαβῆς. δόξειε δ᾽ ἂν εἶναι τὶ τοῦτο καὶ οὐ στοιχεῖον, καὶ αἴτιόν γε τοῦ εἶναι τοδὶ μὲν σάρκα τοδὶ δὲ συλλαβήν: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. οὐσία δὲ ἑκάστου μὲν τοῦτοτοῦτο γὰρ αἴτιον πρῶτον τοῦ εἶναι)—ἐπεὶ δ᾽ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων, ἀλλ᾽ ὅσαι οὐσίαι, κατὰ φύσιν [30] καὶ φύσει συνεστήκασι, φανείη ἂν καὶ αὕτη φύσις οὐσία, ἐστιν οὐ στοιχεῖον ἀλλ᾽ ἀρχή—: στοιχεῖον δ᾽ ἐστὶν εἰς διαιρεῖται ἐνυπάρχον ὡς ὕλην, οἷον τῆς συλλαβῆς τὸ α καὶ τὸ β.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: