previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1024α] [1] ἔτι τοῦ ποσοῦ ἔχοντος δὲ ἀρχὴν καὶ μέσον καὶ ἔσχατον, ὅσων μὲν μὴ ποιεῖ θέσις διαφοράν, πᾶν λέγεται, ὅσων δὲ ποιεῖ, ὅλον. ὅσα δὲ ἄμφω ἐνδέχεται, καὶ ὅλα καὶ πάντα: ἔστι δὲ ταῦτα ὅσων μὲν φύσις αὐτὴ μένει τῇ μεταθέσει, [5] δὲ μορφὴ οὔ, οἷον κηρὸς καὶ ἱμάτιον: καὶ γὰρ ὅλον καὶ πᾶν λέγεται: ἔχει γὰρ ἄμφω. ὕδωρ δὲ καὶ ὅσα ὑγρὰ καὶ ἀριθμὸς πᾶν μὲν λέγεται, ὅλος δ᾽ ἀριθμὸς καὶ ὅλον ὕδωρ οὐ λέγεται, ἂν μὴ μεταφορᾷ. πάντα δὲ λέγεται ἐφ᾽ οἷς τὸ πᾶν ὡς ἐφ᾽ ἑνί, ἐπὶ τούτοις τὸ πάντα ὡς ἐπὶ διῃρημένοις: [10] πᾶς οὗτος ἀριθμός, πᾶσαι αὗται αἱ μονάδες.

κολοβὸν δὲ λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ μεριστόν τε δεῖ αὐτὸ εἶναι καὶ ὅλον. τά τε γὰρ δύο οὐ κολοβὰ θατέρου ἀφαιρουμένου ἑνόςοὐ γὰρ ἴσον τὸ καλόβωμα καὶ τὸ λοιπὸν οὐδέποτ᾽ ἐστίνοὐδ᾽ ὅλως ἀριθμὸς οὐδείς: καὶ [15] γὰρ τὴν οὐσίαν δεῖ μένειν: εἰ κύλιξ κολοβός, ἔτι εἶναι κύλικα: δὲ ἀριθμὸς οὐκέτι αὐτός. πρὸς δὲ τούτοις κἂν ἀνομοιομερῆ , οὐδὲ ταῦτα πάντα γὰρ ἀριθμὸς ἔστιν ὡς καὶ ἀνόμοια ἔχει μέρη, οἷον δυάδα τριάδα), ἀλλ᾽ ὅλως ὧν μὴ ποιεῖ θέσις διαφορὰν οὐδὲν κολοβόν, οἷον ὕδωρ πῦρ, [20] ἀλλὰ δεῖ τοιαῦτα εἶναι κατὰ τὴν οὐσίαν θέσιν ἔχει. ἔτι συνεχῆ: γὰρ ἁρμονία ἐξ ἀνομοίων μὲν καὶ θέσιν ἔχει, κολοβὸς δὲ οὐ γίγνεται. πρὸς δὲ τούτοις οὐδ᾽ ὅσα ὅλα, οὐδὲ ταῦτα ὁτουοῦν μορίου στερήσει κολοβά. οὐ γὰρ δεῖ οὔτε τὰ κύρια τῆς οὐσίας οὔτε τὰ ὁπουοῦν ὄντα: οἷον ἂν τρυπηθῇ [25] κύλιξ, οὐ κολοβός, ἀλλ᾽ ἂν τὸ οὖς ἀκρωτήριόν τι, καὶ ἄνθρωπος οὐκ ἐὰν σάρκα τὸν σπλῆνα, ἀλλ᾽ ἐὰν ἀκρωτήριόν τι, καὶ τοῦτο οὐ πᾶν ἀλλ᾽ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον. διὰ τοῦτο οἱ φαλακροὶ οὐ κολοβοί.

γένος λέγεται τὸ μὲν ἐὰν γένεσις συνεχὴς τῶν τὸ [30] εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἂν ἀνθρώπων γένος , ὅτι ἕως ἂν γένεσις συνεχὴς αὐτῶν: τὸ δὲ ἀφ᾽ οὗ ἂν ὦσι πρώτου κινήσαντος εἰς τὸ εἶναι: οὕτω γὰρ λέγονται Ἕλληνες τὸ γένος οἱ δὲ Ἴωνες, τῷ οἱ μὲν ἀπὸ Ἕλληνος οἱ δὲ ἀπὸ Ἴωνος εἶναι πρώτου γεννήσαντος: καὶ μᾶλλον οἱ ἀπὸ [35] τοῦ γεννήσαντος τῆς ὕληςλέγονται γὰρ καὶ ἀπὸ τοῦ θήλεος τὸ γένος, οἷον οἱ ἀπὸ Πύρρας).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: