previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1007β] [1] ἀνάγκη ἄρα εἰς ἄπειρον ἰέναι. ἀλλ᾽ ἀδύνατον: οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν: τὸ γὰρ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός, εἰ μὴ ὅτι ἄμφω συμβέβηκε ταὐτῷ, λέγω δ᾽ οἷον τὸ λευκὸν μουσικὸν καὶ τοῦτο λευκὸν [5] ὅτι ἄμφω τῷ ἀνθρώπῳ συμβέβηκεν. ἀλλ᾽ οὐχ Σωκράτης μουσικὸς οὕτως, ὅτι ἄμφω συμβέβηκεν ἑτέρῳ τινί. ἐπεὶ τοίνυν τὰ μὲν οὕτως τὰ δ᾽ ἐκείνως λέγεται συμβεβηκότα, ὅσα οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται ἄπειρα εἶναι ἐπὶ τὸ ἄνω, οἷον τῷ Σωκράτει τῷ λευκῷ [10] ἕτερόν τι συμβεβηκός: οὐ γὰρ γίγνεταί τι ἓν ἐξ ἁπάντων. οὐδὲ δὴ τῷ λευκῷ ἕτερόν τι ἔσται συμβεβηκός, οἷον τὸ μουσικόν: οὐθέν τε γὰρ μᾶλλον τοῦτο ἐκείνῳ ἐκεῖνο τούτῳ συμβέβηκεν, καὶ ἅμα διώρισται ὅτι τὰ μὲν οὕτω συμβέβηκε τὰ δ᾽ ὡς τὸ μουσικὸν Σωκράτει: ὅσα δ᾽ οὕτως, οὐ [15] συμβεβηκότι συμβέβηκε συμβεβηκός, ἀλλ᾽ ὅσα ἐκείνως, ὥστ᾽ οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται. ἔσται ἄρα τι καὶ ὣς οὐσίαν σημαῖνον. εἰ δὲ τοῦτο, δέδεικται ὅτι ἀδύνατον ἅμα κατηγορεῖσθαι τὰς ἀντιφάσεις.

ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, δῆλον ὡς [20] ἅπαντα ἔσται ἕν. ἔσται γὰρ τὸ αὐτὸ καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος, εἰ κατὰ παντός τι καταφῆσαι ἀποφῆσαι ἐνδέχεται, καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. εἰ γάρ τῳ δοκεῖ μὴ εἶναι τριήρης ἄνθρωπος, δῆλον ὡς οὐκ ἔστι τριήρης: ὥστε καὶ ἔστιν, εἴπερ [25] ἀντίφασις ἀληθής. καὶ γίγνεται δὴ τὸ τοῦ Ἀναξαγόρου, ὁμοῦ πάντα χρήματα: ὥστε μηθὲν ἀληθῶς ὑπάρχειν. τὸ ἀόριστον οὖν ἐοίκασι λέγειν, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσιν: τὸ γὰρ δυνάμει ὂν καὶ μὴ ἐντελεχείᾳ τὸ ἀόριστόν ἐστιν. ἀλλὰ μὴν λεκτέον γ᾽ αὐτοῖς κατὰ [30] παντὸς παντὸς τὴν κατάφασιν τὴν ἀπόφασιν: ἄτοπον γὰρ εἰ ἑκάστῳ μὲν αὐτοῦ ἀπόφασις ὑπάρξει, δ᾽ ἑτέρου μὴ ὑπάρχει αὐτῷ οὐχ ὑπάρξει: λέγω δ᾽ οἷον εἰ ὀληθὲς εἰπεῖν τὸν ἄνθρωπον ὅτι οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ τριήρης οὐ τριήρης. εἰ μὲν οὖν κατάφασις, ἀνάγκη καὶ τὴν ἀπόφασιν: [35] εἰ δὲ μὴ ὑπάρχει κατάφασις, γε ἀπόφασις ὑπάρξει μᾶλλον αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: