previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1015α] [1] ὥσπερ Ἐμπεδοκλῆς λέγει ὅτιφύσις οὐδενὸς ἔστιν ἐόντων,
ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων
ἔστι, φύσις δ᾽ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.
Empedocles Fr. 8 διὸ καὶ ὅσα φύσει ἔστιν γίγνεται, ἤδη ὑπάρχοντος ἐξ οὗ πέφυκε γίγνεσθαι εἶναι, οὔπω φαμὲν [5] τὴν φύσιν ἔχειν ἐὰν μὴ ἔχῃ τὸ εἶδος καὶ τὴν μορφήν. φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστίν, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν: φύσις δὲ τε πρώτη ὕληκαὶ αὕτη διχῶς, πρὸς αὐτὸ πρώτη ὅλως πρώτη, οἷον τῶν χαλκῶν ἔργων πρὸς αὐτὰ μὲν πρῶτος χαλκός, ὅλως δ᾽ [10] ἴσως ὕδωρ, εἰ πάντα τὰ τηκτὰ ὕδωρκαὶ τὸ εἶδος καὶ οὐσία: τοῦτο δ᾽ ἐστὶ τὸ τέλος τῆς γενέσεως. μεταφορᾷ δ᾽ ἤδη καὶ ὅλως πᾶσα οὐσία φύσις λέγεται διὰ ταύτην, ὅτι καὶ φύσις οὐσία τίς ἐστιν. ἐκ δὴ τῶν εἰρημένων πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν οὐσία τῶν ἐχόντων [15] ἀρχὴν κινήσεως ἐν αὑτοῖς αὐτά: γὰρ ὕλη τῷ ταύτης δεκτικὴ εἶναι λέγεται φύσις, καὶ αἱ γενέσεις καὶ τὸ φύεσθαι τῷ ἀπὸ ταύτης εἶναι κινήσεις. καὶ ἀρχὴ τῆς κινήσεως τῶν φύσει ὄντων αὕτη ἐστίν, ἐνυπάρχουσά πως δυνάμει ἐντελεχείᾳ. [20]

ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν ὡς συναιτίουοἷον τὸ ἀναπνεῖν καὶ τροφὴ τῷ ζῴῳ ἀναγκαῖον, ἀδύνατον γὰρ ἄνευ τούτων εἶναι), καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται εἶναι γενέσθαι, τὸ κακὸν ἀποβαλεῖν στερηθῆναιοἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον [25] ἵνα μὴ κάμνῃ, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν ἵνα ἀπολάβῃ τὰ χρήματα). ἔτι τὸ βίαιον καὶ βία: τοῦτο δ᾽ ἐστὶ τὸ παρὰ τὴν ὁρμὴν καὶ τὴν προαίρεσιν ἐμποδίζον καὶ κωλυτικόν, τὸ γὰρ βίαιον ἀναγκαῖον λέγεται, διὸ καὶ λυπηρόνὥσπερ καὶ Εὔηνός φησιπᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν [30] ἔφυ”), καὶ βία ἀνάγκη τιςὥσπερ καὶ Σοφοκλῆς λέγει [31]ἀλλ᾽ βία με ταῦτ᾽ ἀναγκάζει ποιεῖν”), καὶ δοκεῖ ἀνάγκη ἀμετάπειστόν τι εἶναι, ὀρθῶς: ἐναντίον γὰρ τῇ κατὰ τὴν προαίρεσιν κινήσει καὶ κατὰ τὸν λογισμόν. ἔτι τὸ μὴ ἐνδεχόμενον ἄλλως ἔχειν ἀναγκαῖόν φαμεν οὕτως [35] ἔχειν: καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τἆλλα λέγεταί πως ἅπαντα ἀναγκαῖα: τό τε γὰρ βίαιον ἀναγκαῖον λέγεται ποιεῖν πάσχειν τότε,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: