previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1066α] [1] οἷον τὸ οἰκοδομητὸν οἰκοδομητόν, καὶ τοῦ οἰκοδομητοῦ ἐνέργεια οἰκοδομητὸν οἰκοδόμησίς ἐστιν: γὰρ τοῦτό ἐστιν, οἰκοδόμησις, ἐνέργεια, οἰκία: ἀλλ᾽ ὅταν οἰκία , οὐκέτι οἰκοδομητόν, [5] οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν: ἀνάγκη ἄρα οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι, δ᾽ οἰκοδόμησις κίνησίς τις, δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων): ὅτι δὲ καλῶς εἴρηται, δῆλον ἐξ ὧν οἱ ἄλλοι λέγουσι περὶ αὐτῆς, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν. οὔτε γὰρ ἐν ἄλλῳ [10] τις γένει δύναιτ᾽ ἂν θεῖναι αὐτήν: δῆλον δ᾽ ἐξ ὧν λέγουσιν: οἱ μὲν γὰρ ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, ὧν οὐδὲν ἀνάγκη κινεῖσθαι, ἀλλ᾽ οὐδ᾽ μεταβολὴ οὔτ᾽ εἰς ταῦτα οὔτ᾽ ἐκ τούτων μᾶλλον τῶν ἀντικειμένων. αἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι κίνησις, τῆς [15] δ᾽ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι: οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν οὔτε τῶν λοιπῶν κατηγοριῶν. τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον ὅτι οὔτ᾽ εἰς δύναμιν τῶν ὄντων οὔτ᾽ εἰς ἐνέργειαν ἔστι θεῖναι αὐτήν: οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ [20] ἀνάγκης, οὔτε τὸ ἐνεργείᾳ ποσόν, τε κίνησις ἐνέργεια μὲν εἶναι δοκεῖ τις, ἀτελὴς δέ: αἴτιον δ᾽ ὅτι ἀτελὲς τὸ δυνατὸν οὗ ἐστὶν ἐνέργεια. καὶ διὰ τοῦτο χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν: γὰρ εἰς στέρησιν ἀνάγκη θεῖναι εἰς δύναμιν εἰς ἐνέργειαν ἁπλῆν, τούτων δ᾽ οὐδὲν φαίνεται ἐνδεχόμενον, ὥστε [25] λείπεται τὸ λεχθὲν εἶναι, καὶ ἐνέργειαν καὶ μὴ ἐνέργειαν τὴν εἰρημένην, ἰδεῖν μὲν χαλεπὴν ἐνδεχομένην δ᾽ εἶναι. καὶ ὅτι ἐστὶν κίνησις ἐν τῷ κινητῷ, δῆλον: ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ. καὶ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν. δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν: κινητικὸν [30] μὲν γάρ ἐστι τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν, ἀλλ᾽ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥσθ᾽ ὁμοίως μία ἀμφοῖν ἐνέργεια ὥσπερ τὸ αὐτὸ διάστημα ἓν πρὸς δύο καὶ δύο πρὸς ἕν, καὶ τὸ ἄναντες καὶ τὸ κάταντες, ἀλλὰ τὸ εἶναι οὐχ ἕν: ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου. [35]

τὸ δ᾽ ἄπειρον τὸ ἀδύνατον διελθεῖν τῷ μὴ πεφυκέναι διιέναι, καθάπερ φωνὴ ἀόρατος, τὸ διέξοδον ἔχον ἀτελεύτητον, μόλις, πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον πέρας: ἔτι προσθέσει ἀφαιρέσει ἄμφω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: