previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1034α] [1] ὥστε φανερὸν ὅτι οὐθὲν δεῖ ὡς παράδειγμα εἶδος κατασκευάζεινμάλιστα γὰρ ἂν ἐν τούτοις ἐπεζητοῦντο: οὐσίαι γὰρ αἱ μάλιστα αὗταιἀλλὰ ἱκανὸν τὸ γεννῶν ποιῆσαι [5] καὶ τοῦ εἴδους αἴτιον εἶναι ἐν τῇ ὕλῃ. τὸ δ᾽ ἅπαν ἤδη, τὸ τοιόνδε εἶδος ἐν ταῖσδε ταῖς σαρξὶ καὶ ὀστοῖς, Καλλίας καὶ Σωκράτης: καὶ ἕτερον μὲν διὰ τὴν ὕληνἑτέρα γάρ), ταὐτὸ δὲ τῷ εἴδειἄτομον γὰρ τὸ εἶδος).

ἀπορήσειε δ᾽ ἄν τις διὰ τί τὰ μὲν γίγνεται καὶ τέχνῃ [10] καὶ ἀπὸ ταὐτομάτου, οἷον ὑγίεια, τὰ δ᾽ οὔ, οἷον οἰκία. αἴτιον δὲ ὅτι τῶν μὲν ὕλη ἄρχουσα τῆς γενέσεως ἐν τῷ ποιεῖν καὶ γίγνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ὑπάρχει τι μέρος τοῦ πράγματος,

μὲν τοιαύτη ἐστὶν οἵα κινεῖσθαι ὑφ᾽ αὑτῆς δ᾽ οὔ, καὶ ταύτης μὲν ὡδὶ οἵα τε δὲ ἀδύνατος: πολλὰ [15] γὰρ δυνατὰ μὲν ὑφ᾽ αὑτῶν κινεῖσθαι ἀλλ᾽ οὐχ ὡδί, οἷον ὀρχήσασθαι. ὅσων οὖν τοιαύτη ὕλη, οἷον οἱ λίθοι, ἀδύνατον ὡδὶ κινηθῆναι εἰ μὴ ὑπ᾽ ἄλλου, ὡδὶ μέντοι ναίκαὶ τὸ πῦρ. διὰ τοῦτο τὰ μὲν οὐκ ἔσται ἄνευ τοῦ ἔχοντος τὴν τέχνην τὰ δὲ ἔσται: ὑπὸ γὰρ τούτων κινηθήσεται τῶν οὐκ ἐχόντων [20] τὴν τέχνην, κινεῖσθαι δὲ δυναμένων αὐτῶν ὑπ᾽ ἄλλων οὐκ ἐχόντων τὴν τέχνην ἐκ μέρους. δῆλον δ᾽ ἐκ τῶν εἰρημένων καὶ ὅτι τρόπον τινὰ πάντα γίγνεται ἐξ ὁμωνύμου, ὥσπερ τὰ φύσει, ἐκ μέρους ὁμωνύμουοἷον οἰκία ἐξ οἰκίας, ὑπὸ νοῦ: γὰρ τέχνη τὸ εἶδος ἐκ μέρους [25] ἔχοντός τι μέρος,

ἐὰν μὴ κατὰ συμβεβηκὸς γίγνηται: τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ᾽ αὑτὸ μέρος. θερμότης γὰρ ἐν τῇ κινήσει θερμότητα ἐν τῷ σώματι ἐποίησεν: αὕτη δὲ ἐστὶν ὑγίεια μέρος, ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγιείας αὐτὴ ὑγίεια: διὸ καὶ λέγεται ποιεῖν, ὅτι ἐκεῖνο [30] ποιεῖ τὴν ὑγίειαν ἀκολουθεῖ καὶ συμβέβηκε θερμότης. ὥστε, ὥσπερ ἐν τοῖς συλλογισμοῖς, πάντων ἀρχὴ οὐσία: ἐκ γὰρ τοῦ τί ἐστιν οἱ συλλογισμοί εἰσιν, ἐνταῦθα δὲ αἱ γενέσεις. ὁμοίως δὲ καὶ τὰ φύσει συνιστάμενα τούτοις ἔχει. τὸ μὲν γὰρ σπέρμα ποιεῖ ὥσπερ τὰ ἀπὸ τέχνηςἔχει γὰρ δυνάμει τὸ εἶδος,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: