previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1020β] [1]ἕνα μὲν δὴ τρόπον τοῦτον λέγεται ποιότης διαφορὰ οὐσίας, ἕνα δὲ ὡς τὰ ἀκίνητα καὶ τὰ μαθηματικά, ὥσπερ οἱ ἀριθμοὶ ποιοί τινες, οἷον οἱ σύνθετοι καὶ μὴ μόνον ἐφ᾽ ἓν ὄντες ἀλλ᾽ ὧν μίμημα [5] τὸ ἐπίπεδον καὶ τὸ στερεόνοὗτοι δ᾽ εἰσὶν οἱ ποσάκις ποσοὶ ποσάκις ποσάκις ποσοί), καὶ ὅλως παρὰ τὸ ποσὸν ὑπάρχει ἐν τῇ οὐσίᾳ: οὐσία γὰρ ἑκάστου ἅπαξ, οἷον τῶν ἓξ οὐχ δὶς τρὶς εἰσὶν ἀλλ᾽ ἅπαξ: ἓξ γὰρ ἅπαξ ἕξ. ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης καὶ ψυχρότης, [10] καὶ λευκότης καὶ μελανία, καὶ βαρύτης καὶ κουφότης, καὶ ὅσα τοιαῦτα, καθ᾽ λέγονται καὶ ἀλλοιοῦσθαι τὰ σώματα μεταβαλλόντων. ἔτι κατ᾽ ἀρετὴν καὶ κακίαν καὶ ὅλως τὸ κακὸν καὶ ἀγαθόν. σχεδὸν δὴ κατὰ δύο τρόπους λέγοιτ᾽ ἂν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον: πρώτη μὲν γὰρ [15] ποιότης τῆς οὐσίας διαφοράταύτης δέ τι καὶ ἐν τοῖς ἀριθμοῖς ποιότης μέρος: διαφορὰ γάρ τις οὐσιῶν, ἀλλ᾽ οὐ κινουμένων οὐχ κινούμενα), τὰ δὲ πάθη τῶν κινουμένων κινούμενα, καὶ αἱ τῶν κινήσεων διαφοραί. ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι: διαφορὰς γὰρ δηλοῦσι τῆς [20] κινήσεως καὶ τῆς ἐνεργείας, καθ᾽ ἃς ποιοῦσιν πάσχουσι καλῶς φαύλως τὰ ἐν κινήσει ὄντα: τὸ μὲν γὰρ ὡδὶ δυνάμενον κινεῖσθαι ἐνεργεῖν ἀγαθὸν τὸ δ᾽ ὡδὶ καὶ ἐναντίως μοχθηρόν. μάλιστα δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν σημαίνει τὸ ποιὸν ἐπὶ τῶν ἐμψύχων, καὶ τούτων μάλιστα ἐπὶ τοῖς ἔχουσι [25] προαίρεσιν.

πρός τι λέγεται τὰ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ καὶ τριπλάσιον πρὸς τριτημόριον, καὶ ὅλως πολλαπλάσιον πρὸς πολλοστημόριον καὶ ὑπερέχον πρὸς ὑπερεχόμενον: τὰ δ᾽ ὡς τὸ θερμαντικὸν πρὸς τὸ θερμαντὸν καὶ τὸ τμητικὸν πρὸς τὸ [30] τμητόν, καὶ ὅλως τὸ ποιητικὸν πρὸς τὸ παθητικόν: τὰ δ᾽ ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν. λέγεται δὲ τὰ μὲν πρῶτα κατ᾽ ἀριθμὸν ἁπλῶς ὡρισμένως, πρὸς αὐτοὺς πρὸς ἕνοἷον τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς ὡρισμένος, τὸ δὲ πολλαπλάσιον [35] κατ᾽ ἀριθμὸν πρὸς ἕν, οὐχ ὡρισμένον δέ, οἷον τόνδε τόνδε:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: