previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1016β] [1] ὅλως δὲ ὧν νόησις ἀδιαίρετος νοοῦσα τὸ τί ἦν εἶναι, καὶ μὴ δύναται χωρίσαι μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ, μάλιστα ταῦτα ἕν, καὶ τούτων ὅσα οὐσίαι: καθόλου γὰρ ὅσα μὴ ἔχει διαίρεσιν, μὴ ἔχει, ταύτῃ ἓν λέγεται, [5] οἷον εἰ ἄνθρωπος μὴ ἔχει διαίρεσιν, εἷς ἄνθρωπος, εἰ δ᾽ ζῷον, ἓν ζῷον, εἰ δὲ μέγεθος, ἓν μέγεθος. τὰ μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τι ποιεῖν ἔχειν πάσχειν πρός τι εἶναι ἕν, τὰ δὲ πρώτως λεγόμενα ἓν ὧν οὐσία μία, μία δὲ συνεχείᾳ εἴδει λόγῳ: καὶ γὰρ [10] ἀριθμοῦμεν ὡς πλείω τὰ μὴ συνεχῆ ὧν μὴ ἓν τὸ εἶδος ὧν λόγος μὴ εἷς. ἔτι δ᾽ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι ἂν ποσὸν καὶ συνεχές, ἔστι δ᾽ ὡς οὔ, ἂν μή τι ὅλον , τοῦτο δὲ ἂν μὴ τὸ εἶδος ἔχῃ ἕν: οἷον οὐκ ἂν φαῖμεν ὁμοίως ἓν ἰδόντες ὁπωσοῦν τὰ μέρη συγκείμενα τοῦ ὑποδήματος, [15] ἐὰν μὴ διὰ τὴν συνέχειαν, ἀλλ᾽ ἐὰν οὕτως ὥστε ὑπόδημα εἶναι καὶ εἶδός τι ἔχειν ἤδη ἕν: διὸ καὶ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν, ὅτι ὅλη καὶ τέλειός ἐστιν.

τὸ δὲ ἑνὶ εἶναι ἀρχῇ τινί ἐστιν ἀριθμοῦ εἶναι: τὸ γὰρ πρῶτον μέτρον ἀρχή, γὰρ πρώτῳ γνωρίζομεν, τοῦτο πρῶτον μέτρον [20] ἑκάστου γένους: ἀρχὴ οὖν τοῦ γνωστοῦ περὶ ἕκαστον τὸ ἕν. οὐ ταὐτὸ δὲ ἐν πᾶσι τοῖς γένεσι τὸ ἕν. ἔνθα μὲν γὰρ δίεσις ἔνθα δὲ τὸ φωνῆεν ἄφωνον: βάρους δὲ ἕτερον καὶ κινήσεως ἄλλο. πανταχοῦ δὲ τὸ ἓν τῷ ποσῷ τῷ εἴδει ἀδιαίρετον. τὸ μὲν οὖν κατὰ τὸ ποσὸν ἀδιαίρετον, [25] τὸ μὲν πάντῃ καὶ ἄθετον λέγεται μονάς, τὸ δὲ πάντῃ καὶ θέσιν ἔχον στιγμή, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ διχῇ ἐπίπεδον, τὸ δὲ πάντῃ καὶ τριχῇ διαιρετὸν κατὰ τὸ ποσὸν σῶμα: καὶ ἀντιστρέψαντι δὴ τὸ μὲν διχῇ διαιρετὸν ἐπίπεδον, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ μηδαμῇ διαιρετὸν κατὰ [30] τὸ ποσὸν στιγμὴ καὶ μονάς, μὲν ἄθετος μονὰς δὲ θετὸς στιγμή. ἔτι δὲ τὰ μὲν κατ᾽ ἀριθμόν ἐστιν ἕν, τὰ δὲ κατ᾽ εἶδος, τὰ δὲ κατὰ γένος, τὰ δὲ κατ᾽ ἀναλογίαν, ἀριθμῷ μὲν ὧν ὕλη μία, εἴδει δ᾽ ὧν λόγος εἷς, γένει δ᾽ ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, κατ᾽ ἀναλογίαν δὲ ὅσα ἔχει ὡς [35] ἄλλο πρὸς ἄλλο. ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ, οἷον ὅσα ἀριθμῷ καὶ εἴδει ἕν, ὅσα δ᾽ εἴδει οὐ πάντα ἀριθμῷ:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: