previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1005α] [1] αἱ δ᾽ ἀρχαὶ καὶ παντελῶς αἱ παρὰ τῶν ἄλλων ὡς εἰς γένη ταῦτα πίπτουσιν. φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ὂν θεωρῆσαι. πάντα γὰρ ἐναντία ἐξ ἐναντίων, ἀρχαὶ δὲ τῶν ἐναντίων τὸ ἓν [5] καὶ πλῆθος. ταῦτα δὲ μιᾶς ἐπιστήμης, εἴτε καθ᾽ ἓν λέγεται εἴτε μή, ὥσπερ ἴσως ἔχει καὶ τἀληθές. ἀλλ᾽ ὅμως εἰ καὶ πολλαχῶς λέγεται τὸ ἕν, πρὸς τὸ πρῶτον τἆλλα λεχθήσεται καὶ τὰ ἐναντία ὁμοίως, καὶ διὰ τοῦτο καὶ εἰ μὴ ἔστι τὸ ὂν τὸ ἓν καθόλου καὶ ταὐτὸ ἐπὶ πάντων [10] χωριστόν, ὥσπερ ἴσως οὐκ ἔστιν ἀλλὰ τὰ μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς. καὶ διὰ τοῦτο οὐ τοῦ γεωμέτρου θεωρῆσαι τί τὸ ἐναντίον τέλειον ἓν ὂν ταὐτὸν ἕτερον, ἀλλ᾽ ἐξ ὑποθέσεως. ὅτι μὲν οὖν μιᾶς ἐπιστήμης τὸ ὂν ὂν θεωρῆσαι καὶ τὰ ὑπάρχοντα αὐτῷ ὄν, δῆλον, καὶ ὅτι [15] οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων αὐτὴ θεωρητική, τῶν τε εἰρημένων καὶ περὶ προτέρου καὶ ὑστέρου, καὶ γένους καὶ εἴδους, καὶ ὅλου καὶ μέρους καὶ τῶν ἄλλων τῶν τοιούτων.

λεκτέον δὲ πότερον μιᾶς ἑτέρας ἐπιστήμης περί τε [20] τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς οὐσίας. φανερὸν δὴ ὅτι μιᾶς τε καὶ τῆς τοῦ φιλοσόφου καὶ περὶ τούτων ἐστὶ σκέψις: ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν ἀλλ᾽ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων. καὶ χρῶνται μὲν πάντες, ὅτι τοῦ ὄντος ἐστὶν ὄν, ἕκαστον δὲ τὸ γένος [25] ὄν: ἐπὶ τοσοῦτον δὲ χρῶνται ἐφ᾽ ὅσον αὐτοῖς ἱκανόν, τοῦτο δ᾽ ἔστιν ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις: ὥστ᾽ ἐπεὶ δῆλον ὅτι ὄντα ὑπάρχει πᾶσιτοῦτο γὰρ αὐτοῖς τὸ κοινόν), τοῦ περὶ τὸ ὂν ὂν γνωρίζοντος καὶ περὶ τούτων ἐστὶν θεωρία. διόπερ οὐθεὶς τῶν κατὰ μέρος ἐπισκοπούντων [30] ἐγχειρεῖ λέγειν τι περὶ αὐτῶν, εἰ ἀληθῆ μή, οὔτε γεωμέτρης οὔτ᾽ ἀριθμητικός, ἀλλὰ τῶν φυσικῶν ἔνιοι, εἰκότως τοῦτο δρῶντες: μόνοι γὰρ ᾤοντο περί τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ τοῦ ὄντος. ἐπεὶ δ᾽ ἔστιν ἔτι τοῦ φυσικοῦ τις ἀνωτέρωἓν γάρ τι γένος τοῦ ὄντος φύσις), [35] τοῦ καθόλου καὶ τοῦ περὶ τὴν πρώτην οὐσίαν θεωρητικοῦ καὶ περὶ τούτων ἂν εἴη σκέψις:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: