previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[994β] [1] οὐδὲ γίγνεται ἐξ ἀνδρὸς παῖςοὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον ἀλλ᾽ ἔστι μετὰ τὴν γένεσιν: οὕτω γὰρ καὶ ἡμέρα ἐκ τοῦ πρωΐ, ὅτι μετὰ τοῦτο: διὸ οὐδὲ τὸ πρωῒ ἐξ ἡμέρας): θάτερα δὲ ἀνακάμπτει. ἀμφοτέρως δὲ ἀδύνατον εἰς ἄπειρον ἰέναι: τῶν μὲν γὰρ ὄντων μεταξὺ [5] ἀνάγκη τέλος εἶναι, τὰ δ᾽ εἰς ἄλληλα ἀνακάμπτει: γὰρ θατέρου φθορὰ θατέρου ἐστὶ γένεσις.

ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀΐδιον ὂν φθαρῆναι: ἐπεὶ γὰρ οὐκ ἄπειρος γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο μὴ ἀΐδιον εἶναι. ἔτι δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ μὴ ἄλλου [10] ἕνεκα ἀλλὰ τἆλλα ἐκείνου, ὥστ᾽ εἰ μὲν ἔσται τοιοῦτόν τι ἔσχατον, οὐκ ἔσται ἄπειρον, εἰ δὲ μηθὲν τοιοῦτον, οὐκ ἔσται τὸ οὗ ἕνεκα, ἀλλ᾽ οἱ τὸ ἄπειρον ποιοῦντες λανθάνουσιν ἐξαιροῦντες τὴν τοῦ ἀγαθοῦ φύσινκαίτοι οὐθεὶς ἂν ἐγχειρήσειεν οὐδὲν πράττειν μὴ μέλλων ἐπὶ πέρας ἥξειν): οὐδ᾽ ἂν εἴη νοῦς ἐν [15] τοῖς οὖσιν: ἕνεκα γάρ τινος ἀεὶ πράττει γε νοῦν ἔχων, τοῦτο δέ ἐστι πέρας: τὸ γὰρ τέλος πέρας ἐστίν. ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ: ἀεί τε γὰρ ἔστιν ἔμπροσθεν μᾶλλον, δ᾽ ὕστερος οὐκ ἔστιν, οὗ δὲ τὸ πρῶτον μὴ ἔστιν, οὐδὲ [20] τὸ ἐχόμενον: ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτως λέγοντες, οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν: καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν, τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; οὐ γὰρ ὅμοιον ἐπὶ τῆς γραμμῆς, κατὰ τὰς διαιρέσεις μὲν οὐχ ἵσταται, νοῆσαι δ᾽ οὐκ ἔστι μὴ στήσανταδιόπερ [25] οὐκ ἀριθμήσει τὰς τομὰς τὴν ἄπειρον διεξιών), ἀλλὰ καὶ τὴν ὅλην οὐ κινουμένῳ νοεῖν ἀνάγκη. καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι: εἰ δὲ μή, οὐκ ἄπειρόν γ᾽ ἐστὶ τὸ ἀπείρῳ εἶναι.

ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γ᾽ ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων, οὐκ ἂν ἦν οὐδ᾽ οὕτω τὸ γιγνώσκειν: τότε γὰρ εἰδέναι οἰόμεθα [30] ὅταν τὰ αἴτια γνωρίσωμεν: τὸ δ᾽ ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν.

αἱ δ᾽ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσιν: ὡς γὰρ εἰώθαμεν οὕτως ἀξιοῦμεν λέγεσθαι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: