previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1032α] [1] οὐ γὰρ κατὰ συμβεβηκὸς ἓν τὸ ἑνὶ εἶναι καὶ ἕν. ἔτι εἰ ἄλλο ἔσται, εἰς ἄπειρον εἶσιν: τὸ μὲν γὰρ ἔσται τί ἦν εἶναι τοῦ ἑνὸς τὸ δὲ τὸ ἕν, ὥστε καὶ ἐπ᾽ ἐκείνων αὐτὸς ἔσται λόγος. ὅτι [5] μὲν οὖν ἐπὶ τῶν πρώτων καὶ καθ᾽ αὑτὰ λεγομένων τὸ ἑκάστῳ εἶναι καὶ ἕκαστον τὸ αὐτὸ καὶ ἕν ἐστι, δῆλον: οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην φανερὸν ὅτι τῇ αὐτῇ λύονται λύσει καὶ εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτει εἶναι: οὐδὲν γὰρ διαφέρει οὔτε ἐξ ὧν ἐρωτήσειεν ἄν τις οὔτε ἐξ ὧν [10] λύων ἐπιτύχοι. πῶς μὲν οὖν τὸ τί ἦν εἶναι ταὐτὸν καὶ πῶς οὐ ταὐτὸν ἑκάστῳ, εἴρηται.

τῶν δὲ γιγνομένων τὰ μὲν φύσει γίγνεται τὰ δὲ τέχνῃ τὰ δὲ ἀπὸ ταὐτομάτου, πάντα δὲ τὰ γιγνόμενα ὑπό τέ τινος γίγνεται καὶ ἔκ τινος καὶ τί: τὸ δὲ τὶ λέγω καθ᾽ [15] ἑκάστην κατηγορίαν: γὰρ τόδε ποσὸν ποιὸν πού. αἱ δὲ γενέσεις αἱ μὲν φυσικαὶ αὗταί εἰσιν ὧν γένεσις ἐκ φύσεώς ἐστιν, τὸ δ᾽ ἐξ οὗ γίγνεται, ἣν λέγομεν ὕλην, τὸ δὲ ὑφ᾽ οὗ τῶν φύσει τι ὄντων, τὸ δὲ τὶ ἄνθρωπος φυτὸν ἄλλο τι τῶν τοιούτων, δὴ μάλιστα λέγομεν οὐσίας εἶναι [20]ἅπαντα δὲ τὰ γιγνόμενα φύσει τέχνῃ ἔχει ὕλην: δυνατὸν γὰρ καὶ εἶναι καὶ μὴ εἶναι ἕκαστον αὐτῶν, τοῦτο δ᾽ ἐστὶν ἐν ἑκάστῳ ὕληκαθόλου δὲ καὶ ἐξ οὗ φύσις καὶ καθ᾽ φύσιςτὸ γὰρ γιγνόμενον ἔχει φύσιν, οἷον φυτὸν ζῷονκαὶ ὑφ᾽ οὗ κατὰ τὸ εἶδος λεγομένη φύσις ὁμοειδής [25]αὕτη δὲ ἐν ἄλλῳ): ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ:

οὕτω μὲν οὖν γίγνεται τὰ γιγνόμενα διὰ τὴν φύσιν, αἱ δ᾽ ἄλλαι γενέσεις λέγονται ποιήσεις. πᾶσαι δὲ εἰσὶν αἱ ποιήσεις ἀπὸ τέχνης ἀπὸ δυνάμεως ἀπὸ διανοίας. τούτων δέ τινες γίγνονται καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης παραπλησίως [30] ὥσπερ ἐν τοῖς ἀπὸ φύσεως γιγνομένοις: ἔνια γὰρ κἀκεῖ ταὐτὰ καὶ ἐκ σπέρματος γίγνεται καὶ ἄνευ σπέρματος. περὶ μὲν οὖν τούτων ὕστερον ἐπισκεπτέον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: