Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἴομαι πάντας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, γιγνώσκειν ὅτι οὐ κρινοῦντες ἥκετε τήμερον οὐδένα τῶν ἀδικούντων, ἀλλὰ βουλευσόμενοι περὶ τῶν παρόντων. δεῖ τοίνυν τὰς μὲν κατηγορίας ὑπερθέσθαι πάσας, καὶ τότ᾽ ἐν ὑμῖν λέγειν καθ᾽ ὅτου πέπεικεν ἕκαστος ἑαυτόν, ὅταν τινὰ κρίνωμεν: εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαίνεσθαι. τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκαλούντων ἐστίν, τὸ δὲ συμβουλεύειν περὶ τῶν παρόντων καὶ γενησομένων προτίθεται. οὐκοῦν οὐ λοιδορίας οὐδὲ μέμψεως ὁ παρὼν καιρός, ἀλλὰ συμβουλῆς εἶναί μοι δοκεῖ. διὸ πειράσομαι μὲν φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός, συμβουλεύσαι δ᾽ ἃ κράτιστα νομίζω περὶ τῶν παρόντων.